Κυριακή 20 Απριλίου 2014

Αληθώς Ανέστη._

Χριστός Ανέστη εκ νεκρών, 
θανάτω θάνατον πατήσας 
και τοις εν τοις μνήμασι, 
ζωήν χαρισάμενος



Ἀνάστασιν Χριστοῦ θεασάμενοι,
προσκυνήσωμεν ἅγιον, Κύριον, Ἰησοῦν
τὸν μόνον ἀναμάρτητον.
Τὸν Σταυρόν σου Χριστὲ προσκυνοῦμεν
καὶ τὴν ἁγίαν σου Ἀνάστασιν
ὑμνοῦμεν καὶ δοξάζομεν·
σὺ γὰρ εἶ Θεὸς ἡμῶν,
ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν,
τὸ ὄνομά σου ὀνομάζομεν.
Δεῦτε πάντες οἱ πιστοί,
προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν ἀνάστασιν·
ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ
χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ.
Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον,
ὑμνοῦμεν τὴν ἀνάστασιν αὐτοῦ·
Σταυρὸν γὰρ ὑπομείνας δι᾿ ἡμᾶς,
θανάτῳ θάνατον ὤλεσεν. 
Αναστάς ο Ιησούς από του τάφου 
καθώς προείπεν, 
Έδωκεν ημίν την αιώνιον ζωήν 
και μέγα έλεος.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου